Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.311 Joseph. AJ 5.316 (English) >>Joseph. AJ 5.321

5.314

Προϊόντος δὲ τοῦ χρόνου ηὔξετο κόμη τῷ Σαμψῶνι, καὶ ἑορτῆς οὔσης τοῖς Παλαιστίνοις δημοτελοῦς καὶ τῶν ἀρχόντων καὶ γνωριμωτάτων ἐν ταὐτῷ εὐωχουμένων, οἶκος δʼ ἦν δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον, ἄγεται μεταπεμψαμένων Σαμψὼν εἰς τὸ συμπόσιον, ὅπως ἐνυβρίσωσιν αὐτῷ παρὰ τὸν πότον. 5.315 δὲ δεινότερον τῶν κακῶν ὑπολαμβάνων τὸ μὴ δύνασθαι ὑβριζόμενος ἀμύνασθαι, τὸν χειραγωγοῦντα παῖδα πείθει, προσαναπαύσασθαι χρῄζειν εἰπὼν ὑπὸ κόπου, τοῖς κίοσιν αὐτὸν ἐγγὺς ἀγαγεῖν. 5.316ὡς δὲ ἧκεν, ἐνσεισθεὶς αὐτοῖς ἐπικαταβάλλει τὸν οἶκον ἀνατραπέντων τῶν κιόνων τρισχιλίοις ἀνδράσιν, οἳ πάντες ἀπέθανον, ἐν αὐτοῖς δὲ καὶ Σαμψών. καὶ τὸν μὲν τοιοῦτον κατέσχε τέλος ἄρξαντα τῶν Ἰσραηλιτῶν εἴκοσιν ἔτη. 5.317θαυμάζειν δὲ ἄξιον τῆς ἀρετῆς καὶ τῆς ἰσχύος καὶ τοῦ περὶ τὴν τελευτὴν μεγαλόφρονος τὸν ἄνδρα καὶ τῆς ὀργῆς τῆς μέχρι τοῦ τελευτᾶν πρὸς τοὺς πολεμίους. καὶ τὸ μὲν ὑπὸ γυναικὸς ἁλῶναι δεῖ τῇ φύσει τῶν ἀνθρώπων προσάπτειν ἥττονι ἁμαρτημάτων οὔσῃ, μαρτυρεῖν δὲ ἐκείνῳ τὴν εἰς τὰ ἄλλα πάντα τῆς ἀρετῆς περιουσίαν. οἱ δὲ συγγενεῖς ἀράμενοι τὸ σῶμα αὐτοῦ θάπτουσιν ἐν Σαρασᾶ τῇ πατρίδι μετὰ τῶν συγγενῶν. 5.318

Μετὰ δὲ τὴν Σαμψῶνος τελευτὴν προέστη τῶν Ἰσραηλιτῶν Ἠλὶς ἀρχιερεύς. ἐπὶ τούτου λιμῷ τῆς χώρας κακοπαθούσης αὐτῶν Ἀβιμέλεχος ἐκ Βηθλέμων, ἔστι δὲ πόλις αὕτη τῆς Ἰούδα φυλῆς, ἀντέχειν τῷ δεινῷ μὴ δυνάμενος τήν τε γυναῖκα Νααμεὶν καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς αὐτῷ γεγενημένους Χελλιῶνα καὶ Μαλαῶνα ἐπαγόμενος εἰς τὴν Μωαβῖτιν μετοικίζεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.311 Joseph. AJ 5.316 (English) >>Joseph. AJ 5.321

Powered by PhiloLogic